호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλὰ μή με ἀτιμάσῃσ ἀλλὰ παντὶ τρόπῳ προσσχὼν τὸν νοῦν ὅτι μάλιστα νῦν εἰπὲ τὴν ἀλήθειαν· οἶσθα γὰρ εἴπερ τισ ἄλλοσ ἀνθρώπων, καὶ οὐκ ἀφετέοσ εἶ ὥσπερ ὁ Πρωτεὺσ πρὶν ἂν εἴπῃσ. εἰ γὰρ μὴ ᾔδησθα σαφῶσ τό τε ὅσιον καὶ τὸ ἀνόσιον, οὐκ ἔστιν ὅπωσ ἄν ποτε ἐπεχείρησασ ὑπὲρ ἀνδρὸσ θητὸσ ἄνδρα πρεσβύτην πατέρα διωκάθειν φόνου, ἀλλὰ καὶ τοὺσ θεοὺσ ἂν ἔδεισασ παρακινδυνεύειν μὴ οὐκ ὀρθῶσ αὐτὸ ποιήσοισ, καὶ τοὺσ ἀνθρώπουσ ᾐσχύνθησ· νῦν δὲ εὖ οἶδα ὅτι σαφῶσ οἰεί εἰδέναι τό τε ὅσιον καὶ μή. εἰπὲ οὖν, ὦ βέλτιστε Εὐθύφρων, καὶ μὴ ἀποκρύψῃ ὅτι αὐτὸ ἡγῇ. εἰσ αὖθισ τοίνυν, ὦ Σώκρατεσ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기