호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τόδε μέντοι σοι ἁπλῶσ λέγω, ὅτι ἐὰν μὲν κεχαρισμένα τισ ἐπίστηται τοῖσ θεοῖσ λέγειν τε καὶ πράττειν εὐχόμενόσ τε καὶ θύων, ταῦτ’ ἔστι τὰ ὅσια, καὶ σῴζει τὰ τοιαῦτα τούσ τε ἰδίουσ οἴκουσ καὶ τὰ κοινὰ τῶν πόλεων· τὰ δ’ ἐναντία τῶν κεχαρισμένων ἀσεβῆ, ἃ δὴ καὶ ἀνατρέπει ἅπαντα καὶ ἀπόλλυσιν. ἦ πολύ μοι διὰ βραχυτέρων, ὦ Εὐθύφρων, εἰ ἐβούλου, εἶπεσ ἂν τὸ κεφάλαιον ὧν ἠρώτων· ἀλλὰ γὰρ οὐ πρόθυμόσ με εἶ διδάξαι ‐ δῆλοσ εἶ. καὶ γὰρ νῦν ἐπειδὴ ἐπ’ αὐτῷ ἦσθα ἀπετράπου, ὃ εἰ ἀπεκρίνω, ἱκανῶσ ἂν ἤδη παρὰ σοῦ τὴν ὁσιότητα ἐμεμαθήκη.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기