호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πειρῶ δὴ καὶ σὺ ἐμὲ οὕτω διδάξαι τὸ ποῖον μέροσ τοῦ δικαίου ὅσιόν ἐστιν, ἵνα καὶ Μελήτῳ λέγωμεν μηκέθ’ ἡμᾶσ ἀδικεῖν μηδὲ ἀσεβείασ γράφεσθαι, ὡσ ἱκανῶσ ἤδη παρὰ σοῦ μεμαθηκότασ τά τε εὐσεβῆ καὶ ὅσια καὶ τὰ μή. τοῦτο τοίνυν ἔμοιγε δοκεῖ, ὦ Σώκρατεσ, τὸ μέροσ τοῦ δικαίου εἶναι εὐσεβέσ τε καὶ ὅσιον, τὸ περὶ τὴν τῶν θεῶν θεραπείαν, τὸ δὲ περὶ τὴν τῶν ἀνθρώπων τὸ λοιπὸν εἶναι τοῦ δικαίου μέροσ. καὶ καλῶσ γέ μοι, ὦ Εὐθύφρων, φαίνῃ λέγειν, ἀλλὰ σμικροῦ τινοσ ἔτι ἐνδεήσ εἰμι·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기