호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐχ ἕπομαι, ὦ Σώκρατες, τοῖς λεγομένοις. καὶ μὴν νεώτερός γέ μου εἶ οὐκ ἔλαττον ἢ ὅσῳ σοφώτερος: ἀλλ, ὃ λέγω, τρυφᾷς ὑπὸ πλούτου τῆς σοφίας. ἀλλ, ὦ μακάριε, σύντεινε σαυτόν: καὶ γὰρ οὐδὲ χαλεπὸν κατανοῆσαι ὃ λέγω. λέγω γὰρ δὴ τὸ ἐναντίον ἢ ὁ ποιητὴς ἐποίησεν ὁ ποιήσας - Ζῆνα δὲ τὸν θ ἔρξαντα καὶ ὃς τάδε πάντ ἐφύτευσεν οὐκ ἐθέλει νεικεῖν:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기