호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα ἀληθῆ φῶμεν εἶναι, ὦ Εὐθύφρων· μὴ μόνον γε, ὦ Σώκρατες, ἀλλ ὅπερ ἄρτι εἶπον, καὶ ἄλλα σοι ἐγὼ πολλά, ἐάνπερ βούλῃ, περὶ τῶν θείων διηγήσομαι, ἃ σὺ ἀκούων εὖ οἶδ ὅτι ἐκπλαγήσῃ. οὐκ ἂν θαυμάζοιμι. ἀλλὰ ταῦτα μέν μοι εἰς αὖθις ἐπὶ σχολῆς διηγήσῃ: νυνὶ δὲ ὅπερ ἄρτι σε ἠρόμην πειρῶ σαφέστερον εἰπεῖν. οὐ γάρ με, ὦ ἑταῖρε, τὸ πρότερον ἱκανῶς ἐδίδαξας ἐρωτήσαντα τὸ ὅσιον ὅτι ποτ εἰή, ἀλλά μοι εἶπες ὅτι τοῦτο τυγχάνει ὅσιον ὀ`ν ὃ σὺ νῦν ποιεῖς, φόνου ἐπεξιὼν τῷ πατρί. καὶ ἀληθῆ γε ἔλεγον, ὦ Σώκρατες.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기