호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὃν διώκων αὖ δοκῶ μαίνεσθαι. τί δέ· πετόμενόν τινα διώκεις· πολλοῦ γε δεῖ πέτεσθαι, ὅς γε τυγχάνει ὢν εὖ μάλα πρεσβύτης. τίς οὗτος· ὁ ἐμὸς πατήρ. ὁ σός, ὦ βέλτιστε· πάνυ μὲν οὖν. ἔστιν δὲ τί τὸ ἔγκλημα καὶ τίνος ἡ δίκη· φόνου, ὦ Σώκρατες. Ἡράκλεις. ἦ που, ὦ Εὐθύφρων, ἀγνοεῖται ὑπὸ τῶν πολλῶν ὅπῃ ποτὲ ὀρθῶς ἔχει: οὐ γὰρ οἶμαί γε τοῦ ἐπιτυχόντος ὀρθῶς αὐτὸ πρᾶξαι ἀλλὰ πόρρω που ἤδη σοφίας ἐλαύνοντος.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기