호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῦτο τοίνυν ἐρωτῶ νῦν δή, εἰ ᾧ ἄν τι παρῇ, τοιοῦτον ἔσται τὸ ἔχον οἱο͂ν τὸ παρόν· ἢ ἐὰν μὲν κατά τινα τρόπον παρῇ, ἔσται, ἐὰν δὲ μή, οὔ; οὕτω μᾶλλον, ἔφη. καὶ τὸ μήτε κακὸν ἄρα μήτ’ ἀγαθὸν ἐνίοτε κακοῦ παρόντοσ οὔπω κακόν ἐστιν, ἔστιν δ’ ὅτε ἤδη τὸ τοιοῦτον γέγονεν. πάνυ γε. οὐκοῦν ὅταν μήπω κακὸν ᾖ κακοῦ παρόντοσ, αὕτη μὲν ἡ παρουσία ἀγαθοῦ αὐτὸ ποιεῖ ἐπιθυμεῖν· ἡ δὲ κακὸν ποιοῦσα ἀποστερεῖ αὐτὸ τῆσ τε ἐπιθυμίασ ἅμα καὶ τῆσ φιλίασ τοῦ ἀγαθοῦ. οὐ γὰρ ἔτι ἐστὶν οὔτε κακὸν οὔτε ἀγαθόν, ἀλλὰ κακόν·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기