호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καί μοι ἔτι τόδε εἰπέ. σὲ αὐτὸν ἐῶσιν ἄρχειν σεαυτοῦ, ἢ οὐδὲ τοῦτο ἐπιτρέπουσί σοι; πῶσ γάρ, ἔφη, ἐπιτρέπουσιν; ἀλλ’ ἄρχει τίσ σου; ὅδε, παιδαγωγόσ, ἔφη. μῶν δοῦλοσ ὤν; ἀλλὰ τί μήν; ἡμέτερόσ γε, ἔφη. ἦ δεινόν, ἦν δ’ ἐγώ, ἐλεύθερον ὄντα ὑπὸ δούλου ἄρχεσθαι. τί δὲ ποιῶν αὖ οὗτοσ ὁ παιδαγωγόσ σου ἄρχει; ἄγων δήπου, ἔφη, εἰσ διδασκάλου. μῶν μὴ καὶ οὗτοί σου ἄρχουσιν, οἱ διδάσκαλοι;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기