- 텍스트

Plato, Alcibiades 1, Alcibiades 2, Hipparchus, Lovers, Theages, Charmides, Laches, Lysis, Λύσις? 87:

(플라톤, Alcibiades 1, Alcibiades 2, Hipparchus, Lovers, Theages, Charmides, Laches, Lysis, Λύσις 87:)

καί μοι ἔτι τόδε εἰπέ. σὲ αὐτὸν ἐῶσιν ἄρχειν σεαυτοῦ, ἢ οὐδὲ τοῦτο ἐπιτρέπουσί σοι· πῶς γάρ, ἔφη, ἐπιτρέπουσιν· ἀλλ ἄρχει τίς σου· ὅδε, παιδαγωγός, ἔφη. μῶν δοῦλος ὤν· ἀλλὰ τί μήν· ἡμέτερός γε, ἔφη. ἦ δεινόν, ἦν δ ἐγώ, ἐλεύθερον ὄντα ὑπὸ δούλου ἄρχεσθαι. τί δὲ ποιῶν αὖ οὗτος ὁ παιδαγωγός σου ἄρχει· ἄγων δήπου, ἔφη, εἰς διδασκάλου. μῶν μὴ καὶ οὗτοί σου ἄρχουσιν, οἱ διδάσκαλοι·

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION