호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ὃσ ἀκούσασ πολὺ ἔτι μᾶλλον ἠρυθρίασεν. ὁ οὖν Κτήσιπποσ, Ἀστεῖόν γε, ἦ δ’ ὅσ, ὅτι ἐρυθριᾷσ, ὦ Ἱππόθαλεσ, καὶ ὀκνεῖσ εἰπεῖν Σωκράτει τοὔνομα· ἐὰν δ’ οὗτοσ καὶ σμικρὸν χρόνον συνδιατρίψῃ σοι, παραταθήσεται ὑπὸ σοῦ ἀκούων θαμὰ λέγοντοσ. ἡμῶν γοῦν, ὦ Σώκρατεσ, ἐκκεκώφωκε τὰ ὦτα καὶ ἐμπέπληκε Λύσιδοσ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기