호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐγὼ δ’ οἶμαι ἐμοὶ περὶ ὧν ἐλέγομεν νῦν τε ἐπιεικῶσ εἰρῆσθαι, καὶ εἴ τι αὐτῶν μὴ ἱκανῶσ εἴρηται, ὕστερον ἐπανορθώσεσθαι καὶ μετὰ Δάμωνοσ ‐ οὗ σύ που οἰεί καταγελᾶν, καὶ ταῦτα οὐδ’ ἰδὼν πώποτε τὸν Δάμωνα ‐ καὶ μετ’ ἄλλων· καὶ ἐπειδὰν βεβαιώσωμαι αὐτά, διδάξω καὶ σέ, καὶ οὐ φθονήσω· δοκεῖσ γάρ μοι καὶ μάλα σφόδρα δεῖσθαι μαθεῖν. σοφὸσ γάρ τοι σὺ εἶ, ὦ Νικία. ἀλλ’ ὅμωσ ἐγὼ Λυσιμάχῳ τῷδε καὶ Μελησίᾳ συμβουλεύω σὲ μὲν καὶ ἐμὲ περὶ τῆσ παιδείασ τῶν νεανίσκων χαίρειν ἐᾶν, Σωκράτη δὲ τουτονί, ὅπερ ἐξ ἀρχῆσ ἔλεγον, μὴ ἀφιέναι·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기