- 텍스트

Plato, Alcibiades 1, Alcibiades 2, Hipparchus, Lovers, Theages, Charmides, Laches, Lysis, Λάχης? 109:

(플라톤, Alcibiades 1, Alcibiades 2, Hipparchus, Lovers, Theages, Charmides, Laches, Lysis, Λάχης 109:)

οὐδὲν οὐδ ἐμοὶ δοκεῖ, ὦ Λάχης: ἀλλ ὁρῶμεν μὴ Νικίας οἰέταί τι λέγειν καὶ οὐ λόγου ἕνεκα ταῦτα λέγει. αὐτοῦ οὖν σαφέστερον πυθώμεθα τί ποτε νοεῖ: καὶ ἐάν τι φαίνηται λέγων, συγχωρησόμεθα, εἰ δὲ μή, διδάξομεν. σὺ τοίνυν, ὦ Σώκρατες, εἰ βούλει πυνθάνεσθαι, πυνθάνου: ἐγὼ δ ἴσως ἱκανῶς πέπυσμαι. ἀλλ οὐδέν με κωλύει: κοινὴ γὰρ ἔσται ἡ πύστις ὑπὲρ ἐμοῦ τε καὶ σοῦ. πάνυ μὲν οὖν. λέγε δή μοι, ὦ Νικία - μᾶλλον δ ἡμῖν: κοινούμεθα γὰρ ἐγώ τε καὶ Λάχης τὸν λόγον - τὴν ἀνδρείαν ἐπιστήμην φῂς δεινῶν τε καὶ θαρραλέων εἶναι·

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION