호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
βούλομαι· πῶσ γὰρ οὔ; ἴθι δή, ὦ Νικία, ἀνδράσι φίλοισ χειμαζομένοισ ἐν λόγῳ καὶ ἀποροῦσιν βοήθησον, εἴ τινα ἔχεισ δύναμιν. τὰ μὲν γὰρ δὴ ἡμέτερα ὁρᾷσ ὡσ ἄπορα· σὺ δ’ εἰπὼν ὅτι ἡγῇ ἀνδρείαν εἶναι, ἡμᾶσ τε τῆσ ἀπορίασ ἔκλυσαι καὶ αὐτὸσ ἃ νοεῖσ τῷ λόγῳ βεβαίωσαι. δοκεῖτε τοίνυν μοι πάλαι οὐ καλῶσ, ὦ Σώκρατεσ, ὁρίζεσθαι τὴν ἀνδρείαν· ὃ γὰρ ἐγὼ σοῦ ἤδη καλῶσ λέγοντοσ ἀκήκοα, τούτῳ οὐ χρῆσθε. ποίῳ δή, ὦ Νικία;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기