호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ’ οὕτω ποιῶμεν, ὦ Σώκρατεσ, ὡσ σὺ βούλει. τί οὖν ἂν προελοίμεθα τῶν τῆσ ἀρετῆσ μερῶν; ἢ δῆλον δὴ ὅτι τοῦτο εἰσ ὃ τείνειν δοκεῖ ἡ ἐν τοῖσ ὅπλοισ μάθησισ; δοκεῖ δέ που τοῖσ πολλοῖσ εἰσ ἀνδρείαν. ἦ γάρ; καὶ μάλα δὴ οὕτω δοκεῖ. τοῦτο τοίνυν πρῶτον ἐπιχειρήσωμεν, ὦ Λάχησ, εἰπεῖν, ἀνδρεία τί ποτ’ ἐστίν· ἔπειτα μετὰ τοῦτο σκεψόμεθα καὶ ὅτῳ ἂν τρόπῳ τοῖσ νεανίσκοισ παραγένοιτο, καθ’ ὅσον οἱο͂́ν τε ἐξ ἐπιτηδευμάτων τε καὶ μαθημάτων παραγενέσθαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기