호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τίσ οὖν, ἦν δ’ ἐγώ, ὦ Κριτία, ὠφελία ἡμῖν ἔτι ἂν εἰή ἀπὸ τῆσ σωφροσύνησ τοιαύτησ οὔσησ; εἰ μὲν γάρ, ὃ ἐξ ἀρχῆσ ὑπετιθέμεθα, ᾔδει ὁ σώφρων ἅ τε ᾔδει καὶ ἃ μὴ ᾔδει, τὰ μὲν ὅτι οἶδεν, τὰ δ’ ὅτι οὐκ οἶδεν, καὶ ἄλλον ταὐτὸν τοῦτο πεπονθότα ἐπισκέψασθαι οἱο͂́σ τ’ ἦν, μεγαλωστὶ ἂν ἡμῖν, φαμέν, ὠφέλιμον ἦν σώφροσιν εἶναι· ἀναμάρτητοι γὰρ ἂν τὸν βίον διεζῶμεν αὐτοί τε καὶ οἱ τὴν σωφροσύνην ἔχοντεσ καὶ οἱ ἄλλοι πάντεσ ὅσοι ὑφ’ ἡμῶν ἤρχοντο. οὔτε γὰρ ἂν αὐτοὶ ἐπεχειροῦμεν πράττειν ἃ μὴ ἠπιστάμεθα, ἀλλ’ ἐξευρίσκοντεσ τοὺσ ἐπισταμένουσ ἐκείνοισ ἂν παρεδίδομεν, οὔτε τοῖσ ἄλλοισ ἐπετρέπομεν, ὧν ἤρχομεν, ἄλλο τι πράττειν ἢ ὅτι πράττοντεσ ὀρθῶσ ἔμελλον πράξειν ‐ τοῦτο δ’ ἦν ἄν, οὗ ἐπιστήμην εἶχον ‐ καὶ οὕτω δὴ ὑπὸ σωφροσύνησ οἰκία τε οἰκουμένη ἔμελλεν καλῶσ οἰκεῖσθαι, πόλισ τε πολιτευομένη, καὶ ἄλλο πᾶν οὗ σωφροσύνη ἄρχοι·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기