호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τί τοῦτο λέγεισ, Θέαγεσ; ὦ Σώκρατεσ, οὐ μέντοι κακῶσ λέγει, καὶ ἅμα μὲν ἐμοὶ χαριῇ· ὡσ ἐγὼ οὐκ ἔσθ’ ὅτι τούτου μεῖζον ἂν ἑρ́μαιον ἡγησαίμην, ἢ εἰ οὗτόσ τε ἀρέσκοιτο τῇ σῇ συνουσίᾳ καὶ σὺ ἐθέλοισ τούτῳ συνεῖναι. καὶ μέντοι καὶ αἰσχύνομαι λέγειν ὡσ σφόδρα βούλομαι. ἀλλ’ ἐγὼ ἀμφοτέρων ὑμῶν δέομαι, σέ τ’ ἐθέλειν τούτῳ συνεῖναι καὶ σὲ μὴ ζητεῖν ἄλλῳ μηδενὶ συγγενέσθαι ἢ Σωκράτει· καί με πολλῶν καὶ φοβερῶν ἀπαλλάξετε φροντίδων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기