호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὥσπερ ἂν εἰ εἰπόντα ‐ σοφοὶ γεωργοὶ τῶν σοφῶν συνουσίᾳ,ἠρόμεθα "τῶν τί σοφῶν; τί ἂν ἡμῖν ἀπεκρίνατο; ἆρ’ ἂν ἄλλο τι ἢ τῶν τὰ γεωργικά; οὔκ, ἀλλὰ τοῦτο. τί δὲ εἰ εἶπε ‐ σοφοὶ μάγειροι τῶν σοφῶν συνουσίᾳ,εἰ ἠρόμεθα· "τῶν τί σοφῶν; τί ἂν ἡμῖν ἀπεκρίνατο; οὐχ ὅτι τῶν μαγείρων; ναί. τί δ’ εἰ ‐ σοφοὶ παλαισταὶ τῶν σοφῶν συνουσίᾳεἶπεν, εἰ ἠρόμεθα· "τῶν τί σοφῶν; ἆρα οὐκ ἂν τῶν παλαίειν ἔφη;
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기