호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τέωσ μὲν οὖν αὐτὸν κατεῖχον παραμυθούμενοσ· ἐπειδὴ δὲ οὐκέτι οἱο͂́σ τέ εἰμι, ἡγοῦμαι κράτιστον εἶναι πείθεσθαι αὐτῷ, ἵνα μὴ πολλάκισ ἄνευ ἐμοῦ συγγενόμενόσ τῳ διαφθαρῇ. νῦν οὖν ἥκω ἐπ’ αὐτὰ ταῦτα, ἵνα τῳ τούτων τῶν σοφιστῶν δοκούντων εἶναι συστήσω τουτονί. σὺ οὖν ἡμῖν εἰσ καλὸν παρεφάνησ, ᾧ ἂν ἐγὼ μάλιστα ἐβουλόμην περὶ τῶν τοιούτων μέλλων πράξειν συμβουλεύσασθαι. ἀλλ’ εἴ τι ἔχεισ συμβουλεύειν ἐξ ὧν ἐμοῦ ἀκήκοασ, ἔξεστί τε καὶ χρή. ἀλλὰ μὲν δή, ὦ Δημόδοκε, καὶ λέγεταί γε συμβουλὴ ἱερὸν χρῆμα εἶναι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기