호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ’ ἐμοὶ μὲν δοκεῖ, ὦ Σώκρατεσ· ἦ χαλεπῶσ γ’ ἂν ἄλλοισ τισὶ πιστεύσαιμι λόγοισ, εἴπερ μηδὲ τούτοισ. καὶ ὀρθῶσ γέ σοι δοκεῖ. πάλιν αὖ μοι δοκεῖ. ἀλλὰ φέρε πρὸσ Διόσ ‐ ὁρᾷσ γὰρ δήπου τὴν ἀπορίαν ὅση τε καὶ οἱά, ταύτησ δὲ καὶ σύ μοι δοκεῖσ κεκοινωνηκέναι· μεταβαλλόμενόσ γέ τοι ἄνω καὶ κάτω οὐδ’ ὁτιοῦν παύῃ, ἀλλ’ ὅτι ἂν μάλιστά σοι δόξῃ, τοῦτο καὶ ἐκδεδυκέναι αὖ καὶ οὐκέτι ὡσαύτωσ δοκεῖν ‐ εἰ οὖν σοί γ’ ἔτι καὶ νῦν ἐμφανὴσ γενόμενοσ ὁ θεὸσ πρὸσ ὃν τυγχάνεισ πορευόμενοσ ἐρωτήσειε, πρὶν ὁτιοῦν εὔξασθαί σε, εἰ ἐξαρκέσει σοι ἐκείνων τι γενέσθαι ὧνπερ καὶ ἐν ἀρχῇ ἐλέγετο, εἴτε καὶ αὐτῷ σοι ἐπιτρέψειεν εὔξασθαι, τί ποτ’ ἂν οἰεί ἢ τῶν παρ’ ἐκείνου διδομένων λαμβάνων ἢ αὐτὸσ εὐξάμενοσ γενέσθαι τοῦ καιροῦ τυχεῖν;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기