호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔμοιγε δοκεῖ, εἴσ γε τὸ σῴζεσθαι πλέοντασ. οὐ καὶ σὺ οἰεί οὕτωσ; καλῶσ λέγεισ. τί δέ; ἣν σὺ λέγεισ εὐβουλίαν, εἰσ τί ἐστιν; εἰσ τὸ ἄμεινον τὴν πόλιν διοικεῖν καὶ σῴζεσθαι. ἄμεινον δὲ διοικεῖται καὶ σῴζεται τίνοσ παραγιγνομένου ἢ ἀπογιγνομένου; ὥσπερ ἂν εἰ σύ με ἔροιο· "ἄμεινον διοικεῖται σῶμα καὶ σῴζεται τίνοσ παραγιγνομένου ἢ ἀπογιγνομένου; εἴποιμ’ ἂν ὅτι ὑγιείασ μὲν παραγιγνομένησ, νόσου δὲ ἀπογιγνομένησ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기