호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἆρα καὶ τοσαῦτα ὅσα ἄμεινον· τοσαῦτα. οὐκοῦν καὶ τότε ὅτε ἄμεινον· πάνυ γε. ἀλλὰ μὴν καὶ ᾄδοντα δεῖ κιθαρίζειν ποτὲ πρὸς τὴν ᾠδὴν καὶ βαίνειν· δεῖ γάρ. οὐκοῦν τότε ὁπότε βέλτιον· ναί. καὶ τοσαῦθ ὅσα βέλτιον· φημί. τί οὖν· ἐπειδὴ βέλτιον μὲν ὠνόμαζες ἐπ ἀμφοτέροις, τῷ τε κιθαρίζειν πρὸς τὴν ᾠδὴν καὶ τῷ προσπαλαίειν, τί καλεῖς τὸ ἐν τῷ κιθαρίζειν βέλτιον, ὥσπερ ἐγὼ τὸ ἐν τῷ παλαίειν καλῶ γυμναστικόν:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기