호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὡρ´α τοίνυν με σκοπεῖν, μὴ καὶ τοὐμὸν ὅμοιον ᾖ τῷ Ἀντιόχῳ καὶ τὰ μὲν ἄλλα οὐκ ἄξια μάχης, ἐλέφαντες δέ τινες καὶ ξένα μορμολύκεια πρὸς τοὺς ὁρῶντας καὶ θαυματοποιία ἄλλως:? ἐκεῖνα γοῦν ἐπαινοῦσι πάντες. οἷς δ᾿ ἐγὼ ἐπεποίθειν, οὐ πάνυ ταῦτα ἐν λόγῳ παῤ αὐτοῖς ἐστιν, ἀλλ᾿ ὅτι μὲν θήλεια Ἱπποκένταυρος γεγραμμένη, τοῦτο μόνον ἐκπλήττονται καὶ ὥσπερ ἐστί, καινὸν καὶ τεράστιον δοκεῖ αὐτοῖς. τὰ δ᾿ ἄλλα μάτην ἄρα τῷ Ζεύξιδι πεποίηται·
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기