호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἐπανίωμεν δέ, εἰ δοκεῖ, ἐπὶ τὴν ἅμιλλαν τῶν προτέρων λόγων. κἀγὼ μὲν καλῶ τοὺς βελτίστους εἶναι ὅλους, σὺ δὲ γνώρισον: οἶμαι γάρ σε κἂν νῦν δυνήσεσθαι τοσούτων γε ἐπακούσαντα τῶν ἑξῆς λεγομένων. Ἴσως μὲν οὐδὲ νῦν δυνήσομαί σου λέγοντος: ὅμως εἰπέ. Καὶ πῶς φὴς οὐ δυνήσεσθαι· ἡ γὰρ θύρα σχεδὸν ἀνέῳγέ σοι τῆς γνωρίσεως αὐτῶν. Εἰπὲ τοίνυν. Ἀλλὰ εἶπον. Οὐδέν γε, ὥστε ἐμὲ μαθεῖν. Οὐ γὰρ ἔμαθες τὸ ἀνέῳγεν· Οὐκ ἔμαθον. Τί οὖν πεισόμεθα, εἰ μηδὲ νῦν ἀκολουθήσεις τοῖς λεγομένοις· καίτοι πρός γε τὰ κατ᾿ ἀρχὰς ῥηθέντα ὑπὸ σοῦ ἐγὼ μὲν ᾤμην ἱππεῖς ἐς πεδίον καλεῖν. σὺ δὲ τοὺς ἱππεῖς κατενόησας· ἀλλὰ ἐοίκας οὐ φροντίζειν τῶν λόγων, μάλιστα οὓς νῦν κατὰ σφᾶς αὐτοὺς διήλθομεν. Ἐγὼ μὲν φροντίζω, σὺ δὲ ἀδήλως αὐτοὺς διεξέρχῃ.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기