호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Θαυμαστὰ λέγεις, εἰ μὴ δυνήσομαι καταμαθεῖν σολοικισμόν. Καὶ πῶς ἂν δύναιο τὸν ἕνα μαθεῖν τοὺς τρεῖς ἀγνοήσας· Τίνας τρεῖς· Ὅλους ἀρτιγενείους. Ἐγὼ μέν σε παίζειν δοκῶ. Ἐγὼ δέ σε ἀγνοεῖν τὸν ἁμαρτάνοντα ἐν τοῖς λόγοις. Καὶ πῶς ἄν τις μάθοι μηδενὸς εἰρημένου· Λέλεκται καὶ σεσολοίκισται τετραπλῇ, σὺ δ᾿ οὐκ ἔγνως. μέγα οὖν ἆθλον κατέπραξας ἄν, εἴπερ ἔγνως. Οὐ μέγα μέν, ἀναγκαῖον δὲ τῷ ὁμολογήσαντι. Ἀλλ᾿ οὐδὲ νῦν ἔγνως. Πότε νῦν· Ὅτε τὸ ἆθλον ἔφην σε καταπρᾶξαι. Οὐκ οἶδα ὅ τι λέγεις. 26%2 Ὀρθῶς ἔφης: οὐ γὰρ οἶσθα. καὶ προϊθί γε ἐς τὸ ἔμπροσθεν: οὐ γὰρ ἐθέλεις ἕπεσθαι, συνήσων ἄν, εἴπερ ἐθελήσειας.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기