- 텍스트

Lucian, ψευδοσοφιστὴς ἢ σολοικιστής.? 1:

(루키아노스, ψευδοσοφιστὴς ἢ σολοικιστής. 1:)

Ἆρά γε ὁ γνῶναι τὸν σολοικίζοντα δεινὸς οὗτος καὶ φυλάξασθαι μὴ σολοικίσαι δυνατός· Ἐμοὶ μὲν δοκεῖ. Ὁ δέ γε μὴ φυλάξασθαι οὐδὲ γνῶναι τὸν οὕτως ἔχοντα· Ἀληθῆ λὲγεις. Σὺ δὲ αὐτὸς φὴς οὐ σολοικίζειν, ἢ πῶς λέγωμεν περὶ σοῦ· Ἀπαίδευτος γὰρ ἂν εἰήν, εἰ σολοικίζοιμι τηλικοῦτος ὤν. Οὐκοῦν καὶ ἕτερον φωρᾶσαι δυνήσῃ τοῦτο δρῶντα καὶ ἐλέγξαι τὸν ἀρνούμενον· Παντάπασί γε. Ἴθι νῦν ἐμοῦ λαβοῦ σολοικίζοντος, ἄρτι δὲ σολοικιῶ. Οὐκοῦν εἰπέ. Ἀλλ᾿ ἔγωγε ἤδη τὸ δεινὸν εἴργασμαι, σὺ δὲ οὐκ ἐπέγνως. Παίζεις ἔχων· Μὰ τοὺς θεούς: ἐπεὶ σολοικίσας ἔλαθόν σε ὡς οὐκ ἐπιστάμενού. αὖθις δὲ σκόπει: οὐ γάρ σέ φημι δύνασθαι κατανοῆσαι, ἐπεὶ ἃ μέν οἶσθ᾿, ἃ δ᾿ οὐκ οἶσθα. Εἰπὲ μόνον. Ἀλλὰ καὶ νῦν σεσολοίκισταί μοι, σὺ δ᾿ οὐκ ἔγνως. Πῶς γάρ, σοῦ μηδὲν λέγοντος· Ἐγὼ μὲν λέγω καὶ σολοικίζω, σὺ δ᾿ οὐχ ἕπῃ τοῦτο δρῶντι: ἐπεὶ ὄφελον καὶ νῦν ἀκολουθῆσαι δυνήσῃ.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION