호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ γὰρ μικρὸν ἦν Σόλων ἐπαινῶν, ἀλλ᾿ οἱ ἄνθρωποι καὶ τοῦτο ὡς νομοθέτῃ ἐπεί θοντο καὶ ἐφίλουν οὓς ἐκεῖνος δοκιμάζοι καὶ ἐπίστευον ἀρίστους ἄνδρας εἶναι.? τὰ τελευταῖα καὶ ἐμυήθη μόνος βαρβάρων Ἀνάχαρσις, δημοποίητος γενόμενος, εἰ χρὴ Θεοξένῳ πιστεύειν καὶ τοῦτο ἱστοροῦντι περὶ αὐτοῦ: καὶ οὐκ ἂν οὐδὲ ἀνέστρεψεν, οἶμαι, ἐς Σκύθας, εἰ μὴ Σόλων ἀπέθανε.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기