호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Καὶ αὐτός, ἔφη, ἐκεῖθέν εἰμι παῤ ὑμῶν, Τόξαρις τοὔνομα, οὐ τῶν ἐπιφανῶν, ὥστε καὶ ἐγνῶσθαι ἄν σοι κατ᾿ αὐτό.? Μῶν, ἔφη, σὺ ὁ Τόξαρις εἶ, περὶ οὗ ἐγὼ ἤκουσα ὥς τις Τόξαρις ἔρωτι τῆς Ἑλλάδος ἀπολιπὼν καὶ γυναῖκα ἐν Σκυθίᾳ καὶ παιδία νεογνὰ οἴχοιτο ἐς Ἀθήνας καὶ νῦν διατρίβοι κεῖθι τιμώμενος ὑπὸ τῶν ἀρίστων· Ἐγώ, ἔφη, ἐκεῖνός εἰμι, εἴ τις κἀμοῦ λόγος ἔτι παῤ ὑμῖν. Οὐκοῦν, ἦ δ᾿ ὃς ὁ Ἀνάχαρσις, μαθητήν σου ἴσθι με γεγενημένον καὶ ζηλωτὴν τοῦ ἔρωτος ὃν ἠράσθης, ἰδεῖν τὴν Ἑλλάδα, καὶ κατά γε τὴν ἐμπορίαν ταύτην ἀποδημήσας ἥκω σοι μυρία παθὼν ἐν τοῖς διὰ μέσου ἔθνεσι, καὶ εἴ γε μὴ σοὶ ἐνέτυχον, ἔγνωστο ἤδη πρὶν ἥλιον δῦναι, ὀπίσω αὖθις ἐπὶ ναῦν κατιέναι: οὕτως ἐτεταράγμην ξένα καὶ ἄγνωστα πάντα ὁρῶν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기