호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀρχόμενος μὲν οὖν τῆς γραφῆς πάνυ ἀπόρῳ ἐντεύξεσθαι ᾤμην τῷ προβλήματι, προῖόντι δὲ πολλὰ προὐφάνη τὰ λεκτέα.? οὐ μὴν πρότερον ἐρῶ αὐτά, ἢν μὴ περὶ τοῦ χαίρειν αὐτοῦ καὶ τοῦ εὖ πράττειν καὶ τοῦ ὑγιαίνειν προείπω τὰ εἰκότα. τὸ μὲν δὴ χαίρειν ἀρχαία μὲν ἡ προσαγόρευσις, οὐ μὴν ἑωθινὴ μόνον οὐδὲ ὑπὸ τὴν πρώτην ἔντευξιν, ἀλλὰ καὶ πρῶτον μὲν ἰδόντες ἀλλήλους ἔλεγον αὐτό, ὡς τό χαῖῤ, ὦ δυνάστα τῆσδε γῆς Τιρυνθίας. καὶ μετὰ τὸ δεῖπνον ἐς λόγους ἤδη παροινίους τρεπόμενοι, ὡς τό χαῖῤ, Ἀχιλεῦ, δαιτὸς μὲν ἐϊ´σης οὐκ ἐπιδευεῖς, Ὀδυσσεὺς ὁπότε τὴν ἐπεσταλμένην πρεσβείαν αὐτῷ ἐρρητόρευε. καὶ ἤδη ἀπιόντες παῤ ἀλλήλων, ὡς τό χαίρετ᾿, ἐγὼ δ᾿ ὔμμιν θεὸς ἄμβροτος, οὐκέτι θνητός. ἴδιος δὲ καιρὸς οὐδεὶς ἀπενενέμητο τῇ προσρήσει, οὐδὲ ὡς νῦν μόνος ὁ ἑωθινός, ὅπου γε καὶ ἐπὶ τῶν ἀπαισίων καὶ ἀπευκτοτάτων ὅμως ἐχρῶντο αὐτῇ, ὡς ὁ τοῦ Εὐριπίδου Πολυνείκης ἤδη τελευτῶν τὸν βίον, καὶ χαίρετ᾿, ἤδη γάρ με περιβάλλει σκότος.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기