호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅτι μὲν γὰρ οὐκ ἂν ἕλοιο πλουτῶν δὶσ τοσοῦτον πλοῦτον ὅμοια πάσχειν Φανομάχῳ τῷ πλουσίῳ καὶ θηλύνεσθαι ὡσ ἐκεῖνοσ εὖ οἶδα, κἂν μὴ εἴπῃσ. ἐῶ λέγειν ὅσασ ἐπιβουλὰσ μετὰ τοῦ πλούτου καὶ λῃστὰσ καὶ φθόνον καὶ μῖσοσ παρὰ τῶν πολλῶν ὁρᾷσ οἱών σοι πραγμάτων αἴτιοσ ὁ θησαυρὸσ γίνεται; Αεἲ σύ μοι, ὦ Λυκῖνε, ὑπεναντίοσ· ὥστε οὐδὲ τὴν χοίνικα ἔτι λήψῃ ἐσ τέλοσ μου τῆσ εὐχῆσ ἐπηρεάζων. Τοῦτο μὲν ἤδη κατὰ τοὺσ πολλοὺσ τῶν πλουσίων ἀναδύῃ καὶ ἀνακαλεῖσ τὴν ὑπόσχεσιν. ἀλλὰ σὺ ἤδη ὁ Σάμιπποσ εὔχου.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기