- 텍스트

Lucian, Λυκῖνος, Τιμόλαος, Σάμιππος, Ἀδείμαντος? 34:

(루키아노스, Λυκῖνος, Τιμόλαος, Σάμιππος, Ἀδείμαντος 34:)

Μὴ φθόνει, ὦ Λυκῖνε, ἀλλ᾿ ἐπειδὰν εἰς σὲ παρέλθῃ ἡ εὐχή, τὴν Πάρνηθα ἐκείνην, εἰ θέλεις, ὅλην χρυσῆν ποιήσας ἔχε, κἀγὼ σιωπήσομαί σοι. Ἀλλ᾿ ὑπὲρ ἀσφαλείας τοῦτο ἔγωγε τῆς σῆς ἐποιησάμην, ὡς μὴ ἀπολέσθαι ἅπαντας μετὰ τοῦ χρυσίου: καὶ τὰ μὲν ἡμέτερα μέτρια, τὸ μειράκιον δὲ τὸ ὡραῖον ἀποπνιγήσεται ἄθλιον νεῖν οὐκ ἐπιστάμενον. Θάρρει, ὦ Λυκῖνε: οἱ δελφῖνες γὰρ αὐτὸ ὑποδύντες ἐξοίσουσιν ἐπὶ τὴν γῆν. ἢ νομίζεις κιθαρῳδὸν μέν τινα σωθῆναι παῤ αὐτῶν καὶ ἀπολαβεῖν τὸν μισθὸν ἀντὶ τῆς ᾠδῆς καὶ νεκρόν τι ἄλλο παιδίον ἐς τὸν Ἰσθμὸν ἐπὶ δελφῖνος ὁμοίως προκομισθῆναι, τὸν δὲ Ἀδειμάντου οἰκέτην τὸν νεώνητοι ἀπορήσειν δελφῖνος ἐρωτικοῦ· Καὶ σὺ γάρ, Τιμόλαε, μιμῇ Λυκῖνον καὶ ἐπιμετρεῖς τῶν σκωμμάτων, καὶ ταῦτα εἰσηγητὴς αὐτὸς γενόμενος·

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION