- 텍스트

Lucian, Λυκῖνος, Τιμόλαος, Σάμιππος, Ἀδείμαντος? 20:

(루키아노스, Λυκῖνος, Τιμόλαος, Σάμιππος, Ἀδείμαντος 20:)

ἢν μὴ τοῦ ἱματίου σε λαβόμενοι ἐπιστρέψωμεν, ὦ Ἀδείμαντε, οὐχ ὑπακούσει ἡμῖν βοῶσιν, ἀλλὰ καὶ φροντίζοντι ἐοίκας ἐπὶ συννοίας τινὸς οὐ μικρὸν οὐδὲ εὐκαταφρόνητον πρᾶγμα, ὡς δοκεῖς, ἀνακυκλῶν. Οὐδέν, ὦ Λυκῖνε, χαλεπόν, ἀλλά με κενή τις ἔννοια μεταξὺ βαδίζοντα ὑπελθοῦσα παρακοῦσαι ὑμῶν ἐποίησεν ἀτενὲς πρὸς αὐτὴν ἅπαντι τῷ λογισμῷ ἀποβλέποντα. Τίς αὕτη· μὴ γὰρ ὀκνήσῃς εἰπεῖν, εἰ μή τίς ἐστι τῶν πάνυ ἀπορρήτων. καίτοι ἐτελέσθημεν, ὡς οἶσθα, καὶ στέγειν μεμαθήκαμεν. Ἀλλ᾿ αἰσχύνομαι ἔγωγε εἰπεῖν πρὸς ὑμᾶς: οὕτω γὰρ μειρακιῶδες ὑμῖν δόξει τὸ φρόντισμα.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION