호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Οὐδένα τοιοῦτον εἶδον. Εὖ γε, ὦ Ἑρμότιμε, ὅτι οὐ ψεύδῃ ἑκών. εἰς τί δ᾿ οὖν ἀποβλέπων φιλοσοφεῖς, ὅταν ὁρᾷς μήτε τὸν διδάσκαλον τὸν σὸν μήτε τὸν ἐκείνου μήτε τὸν πρὸ αὐτοῦ μηδ᾿ ἂν εἰς δεκαγονίαν ἀναγάγῃς μηδένα αὐτῶν σοφὸν ἀκριβῶς καὶ διὰ τοῦτο εὐδαίμονα γεγενημένον· οὐδὲ γὰρ ἂν ἐκεῖνο ὀρθῶς εἴποις, ὡς ἀπόχρη, κἂν πλησίον γένῃ τῆς εὐδαιμονίας, ἐπεὶ οὐδὲν ὄφελος: ὁμοίως γὰρ ἔξω τοῦ ὀδοῦ ἐστι καὶ ἐν τῷ ὑπαίθρῳ ὅ τε παρὰ τὴν θύραν ἔξω ἑστὼς καὶ ὁ πόρρω, διαλλάττοιεν δ᾿ ἄν, ὅτι μᾶλλον οὗτος ἀνιάσεται ὁρῶν ἐγγύθεν οἱών ἐστέρηται. εἶτα ἵνα πλησίον γένῃ τῆς εὐδαιμονίας - δώσω γὰρ τοῦτό σοι - τοσαῦτα πονεῖς κατατρύχων σεαυτόν, καὶ παραδεδράμηκε σε ὁ βίος ὁ τοσοῦτος ἐν ἀκηδίᾳ καὶ καμάτῳ καὶ ἀγρυπνίαις κάτω νενευκότα·
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기