호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἔστω ταῦτα ὡς βούλει, Λυκῖνε. τί οὖν· ἑκατὸν ἔτη χρὴ βιῶναι καὶ τοσαῦτα ὑπομεῖναι πράγματα· ἢ οὐκ ἂν ἄλλως φιλοσοφήσαιμεν· Οὐ γάρ, ὦ Ἑρμότιμε: καὶ δεινὸν οὐδέν, εἴ γε ἀληθῆ ἔλεγες ἐν ἀρχῇ, ὡς ὁ μὲν βίος βραχύς, ἡ δὲ τέχνη μακρή. νῦν δὲ οὐκ οἶδ᾿ ὅ τι παθὼν ἀγανακτεῖς, εἰ μὴ αὐθημερὸν ἡμῖν πρὶν ἥλιον δῦναι Χρύσιππος ἢ Πλάτων ἢ Πυθαγόρας γένοιο. Περιέρχῃ με, ὦ Λυκῖνε, καὶ συνελαύνεις ἐς στενὸν οὐδὲν ὑπ᾿ ἐμοῦ δεινὸν παθών, ὑπὸ φθόνου δηλαδή, ὅτι ἐγὼ μὲν προὔκοπτον ἐν τοῖς μαθήμασι, σὺ δὲ ὠλιγώρησας ἑαυτοῦ τηλικοῦτος ὤν. Οἶσθ᾿ οὖν ὃ δράσεις· ἐμοὶ μὲν ὥσπερ κορυβαντιῶντι μὴ πρόσεχε τὸν νοῦν, ἀλλ᾿ ἐά ληρεῖν, σὺ δὲ ὡς ἔχεις προχώρει ἐς τὸ πρόσθεν τῆς ὁδοῦ καὶ πέραινε κατὰ τὰ ἐξ ἀρχῆς σοι δεδογμένα περὶ τούτων. Ἀλλ᾿ οὐκ ἐᾷς σὺ βίαιος ὢν αἱρεῖσθαί τι, ἢν μὴ πειραθῶ ἁπάντων. Καὶ μὴν εὖ εἰδέναι χρὴ ὡς οὐκ ἄν ποτε ἄλλο εἴποιμι.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기