호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἢ τί γὰρ ἐκεῖνοι παθόντεσ ὑπὲρ αὐτῶν τούτων ἑκατοντάδασ καὶ χιλιάδασ βιβλίων ἕκαστοι συγγεγράφασιν, ὡσ πείσαιεν, οἶμαι, ἀληθῆ εἶναι τὰ ὀλίγα ἐκεῖνα καὶ ἅ σοι δοκεῖ ῥᾴδια καὶ εὐμαθῆ; νῦν δὲ μάντεωσ, οἶμαι, δεήσει σοι κἀνταῦθα πρὸσ τὴν αἱρ́εσιν τῶν κρειττόνων, εἰ μὴ ἀνέχῃ τὴν διατριβήν, ὡσ ἀκριβῶσ ἑλέσθαι, αὐτὸσ ἅπαντα καὶ ὅλον ἕκαστον κατανοήσασ· ἐπίτομοσ γὰρ αὕτη γένοιτ̓ ἄν, οὐκ ἔχουσα περιπλοκὰσ οὐδ̓ ἀναβολάσ, εἰ μεταστειλάμενοσ τὸν μάντιν ἀκούσασ τῶν κεφαλαίων ἁπάντων σφαγιάζοιο ἐφ̓ ἑκάστοισ· ἀπαλλάξει γάρ σε ὁ θεὸσ μυρίων πραγμάτων δείξασ ἐν τῷ τοῦ ἱερείου ἥπατι ἅτινά σοι αἱρετέον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기