호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐχ οὕτωσ ἐλέγομεν; Ναί. Πᾶσα τοίνυν ἀνάγκη ἐπὶ τοσοῦτον βιῶναι ἡμᾶσ, εἰ μέλλοιμεν εὖ τε αἱρήσεσθαι ἁπάντων πειραθέντεσ καὶ ἑλόμενοι φιλοσοφήσειν καὶ φιλοσοφήσαντεσ εὐδαιμονήσειν· πρὶν δὲ ρὕτω ποιῆσαι, ἐν σκότῳ, φασίν, ὀρχοίμεθ̓ ἂν οἷσ ἂν τύχωμεν προσπταίοντεσ καὶ ὅ τι ἂν πρῶτον ἐσ τὰσ χεῖρασ ἔλθῃ, τοῦτ̓ εἶναι τὸ ζητούμενον ὑπολαμβάνοντεσ διὰ τὸ μὴ εἰδέναι τἀληθέσ. εἰ δὲ καὶ εὑρ́οιμεν ἄλλωσ κατά τινα ἀγαθὴν τύχην περιπεσόντεσ αὐτῷ, οὐχ ἕξομεν βεβαίωσ εἰδέναι εἰ ἐκεῖνό ἐστιν ὃ ζητοῦμεν· πολλὰ γάρ ἐστιν ὅμοια αὑτοῖσ, λέγοντα ἕκαστον αὐτὸ εἶναι τἀληθέστατον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기