- 텍스트

Lucian, Ἑρμότιμος, Λυκῖνος? 97:

(루키아노스, Ἑρμότιμος, Λυκῖνος 97:)

Τί δὴ οὖν πράξομεν, ὦ Ἑρμότιμε· οὐκ ἀπαγορευτέον οἶμαι, ἐπεὶ μηδενὸς ἡγεμόνος τοιούτου ἔς γε τὸ παρὸν εὐποροῦμεν. ἆρα τόδε πάντων κράτιστόν ἐστι καὶ ἀσφαλέστατον, αὐτὸν ἕκαστον ἀρξάμενον διὰ πάσης προαιρέσεως χωρῆσαι καὶ ἐπισκέψασθαι ἀκριβῶς τὰ ὑπὸ πάντων λεγόμενα· Εοἴκεν ἀπό γε τούτων: πλὴν ἐκεῖνο μὴ ἐναντίον ᾖ, ὃ μικρῷ πρόσθεν ἔλεγες, ὡς οὐ ῥᾴδιον ἐπιδόντα ἑαυτὸν καὶ πετάσαντα τὴν ὀθόνην ἀναδραμεῖν αὖθις. πῶς γὰρ οἱό῀ν τε πάσας ἐπελθεῖν τὰς ὁδοὺς ἐν τῇ πρώτῃ, ὡς φής, κατασχεθησομένῳ· Ἐγώ σοι φράσω: τὸ τοῦ Θησέως ἐκεῖνο μιμησόμεθα, καί τι λίνον παρὰ τῆς τραγικῆς Ἀριάδνης λαβόντες εἴσιμεν ἐς τὸν λαβύρινθον ἕκαστον, ὡς ἔχειν ἀπραγμόνως μηρυόμενοι αὐτὸ ἐξιέναι Τίς οὖν ἂν ἡμῖν Ἀριάδνη γένοιτ᾿ ἂν ἢ πόθεν τοῦ λίνου εὐπορήσομεν·

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION