호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Οὐδενόσ, εἴ γε εὑρ́οιτε καὶ εὑρόντεσ ἔχοιτε εἰδέναι ὡσ ἐκεῖνο ἦν τὸ ἀπολωλόσ, ἢ ὅλωσ γνώριμον ὑμῖν εἰή τὸ ἀνάθημα. νῦν δέ, ὦ ἑταῖρε, πρῶτον μὲν οὐ δύο εἰσὶν οἱ παρελθόντεσ ἐσ τὸν νεών, ὡσ ἀναγκαῖον εἶναι τὸν ἕτερον αὐτοῖν τὰ φώρια ἔχειν, ἀλλὰ μάλα πολλοί τινεσ, εἶτα καὶ τὸ ἀπολόμενον αὐτὸ ἄδηλον ὅ τι ποτέ ἐστιν, εἴτε φιάλη τισ ἢ σκύφοσ ἢ στέφανοσ· ὅσοι γοῦν ἱερεῖσ, ἄλλοσ ἄλλο εἶναι λέγουσι καὶ οὐδὲ περὶ τῆσ ὕλησ αὐτῆσ ὁμολογοῦσιν, ἀλλ̓ οἱ μὲν χαλκοῦ, οἱ δὲ ἀργύρου, οἱ δὲ χρυσοῦ, οἱ δὲ κασσιτέρου εἶναι αὐτὸ φάσκουσιν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기