- 텍스트

Lucian, Ἑρμότιμος, Λυκῖνος? 77:

(루키아노스, Ἑρμότιμος, Λυκῖνος 77:)

καὶ ὅταν ὑμεῖς λέγητε σώματα εἶναι ἅπαντα, ὁ Πλάτων δὲ νομίζῃ καὶ ἀσώματόν τι ἐν τοῖς οὖσιν εἶναι· ἀλλ᾿ ὅπερ ἔφην, πλεονεκτικῶς πάνυ τὸ ἀμφισβητούμενον συλλαβὼν ὡς ἀναμφιλόγως ἴδιον τῶν Στωϊκῶν δίδως αὐτοῖς ἔχειν, καίτοι ἀντιλαμβανομένων τῶν ἄλλων καὶ λεγόν των αὐτῶν τοῦτο εἶναι, ἔνθα δὴ κρίσεως μάλιστα, οἶμαι, δεῖ. ἂν μὲν οὖν πρόδηλον γένηται τοῦτο, ὡς Στωϊκῶν ἐστι μόνων τὰ δὶς δύο τέτταρα ἡγεῖσθαι, ὡρ´α σιωπᾶν τοῖς ἄλλοις: ἄχρι δ᾿ ἂν αὐτοῦ τούτου πέρι διαμάχωνται, πάντων ὁμοίως ἀκουστέον ἢ εἰδέναι ὅτι πρὸς χάριν δικάζειν δόξομεν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION