호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀλλ᾿ ἐγώ σε ἀπολύσω τῆς ἀπορίας: τοῖς γὰρ προωδοιπορηκόσιν, ὦ Λυκῖνε, πιστεύσας οὐκ ἂν σφαλείης. Τίσι λέγεις· τοῖς κατὰ ποίαν ὁδὸν ἐλθοῦσιν, ἢ τίνι τῶν ἡγεμόνων ἀκολουθήσασιν· αὖθις γὰρ ἡμῖν τὸ αὐτὸ ἄπορον ἐν ἄλλῃ μορφῇ ἀναφαίνεται ἀπὸ τῶν πραγμάτων ἐπὶ τοὺς ἄνδρας μετεληλυθός. Πῶς τοῦτο φής· Ὅτι ὁ μὲν τὴν Πλάτωνος τραπόμενος καὶ συνοδοιπορήσας μετ᾿ αὐτοῦ, ἐκείνην ἐπαινέσεται δῆλον ὅτι, ὁ δὲ τὴν Ἐπικούρου, ἐκείνην, καὶ ἄλλος ἄλλην, σὺ δὲ τὴν ὑμετέραν. ἢ πῶς γάρ, ὦ Ἑρμότιμε· οὐχ οὕτως· Πῶς γὰρ οὔ· Οὐ τοίνυν ἀπέλυσάς με τῆς ἀπορίας, ἀλλ᾿ ἔτι ὁμοίως ἀγνοῶ τῷ μᾶλλον χρὴ πιστεῦσαι τῶν ὁδοιπόρων: ὁρῶ γὰρ ἕκαστον αὐτῶν καὶ αὐτὸν τὸν ἡγεμόνα μιᾶς πεπειραμένον καὶ ἐκείνην ἐπαινοῦντα καὶ λέγοντα, ὡς αὕτη μόνη ἄγει ἐπὶ τὴν πόλιν. οὐ μέντοι ἔχω εἰδέναι εἰ ἀληθῆ φησιν: ἀλλ᾿ ὅτι μὲν ἀφῖκται πρός τι τέλος καὶ εἶδέ τινα πόλιν, δώσω αὐτῷ ἴσως, εἰ δὲ ἐκείνην εἶδεν, ἣν ἐχρῆν, ἐν ᾗ ἐπιθυμοῦμεν ἐγώ τε καὶ σὺ πολιτεύσασθαι, ἢ δέον εἰς Κόρινθον ἐλθεῖν, ὁ δ᾿ εἰς Βαβυλῶνα ἀφικόμενος οἰέται Κόρινθον ἑωρακέναι, ἄδηλον ἐμοὶ γοῦν ἔτι:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기