- 텍스트

Lucian, Ἑρμότιμος, Λυκῖνος? 13:

(루키아노스, Ἑρμότιμος, Λυκῖνος 13:)

Ὅμως οὐκ ἔφησθα ὁπόσον, ὡς χρόνῳ περιλαβεῖν. Οὐδ᾿ αὐτὸς γὰρ οἶδα, ὧ Λυκῖνε, τἀκριβές: εἰκάζω μέντοι οὐ πλείω τῶν εἴκοσιν ἐτῶν ἔσεσθαι, μεθ᾿ ἃ πάντως που ἐπὶ τῷ ἄκρῳ ἐσόμεθα. Ἡράκλεις, πολὺ λέγεις. Καὶ γὰρ περὶ μεγάλων, ὦ Λυκῖνε, οἱ πονοι. Τοῦτο μὲν ἴσως ἀληθές: ὑπὲρ δὲ τῶν εἴκοσιν ἐτῶν, ὅτι βιώσῃ τοσαῦτα, πότερον ὁ διδάσκαλός σου καθυπέσχετο, οὐ μόνον σοφός, ἀλλὰ καὶ μαντικὸς ὢν ἢ χρησμολόγος τις ἢ ὅσοι τὰς Χαλδαίων μεθόδους ἐπίστανται· φασὶ γοῦν εἰδέναι τὰ τοιαῦτα: οὐ γὰρ δὴ σέ γε εἰκὸς ἐπὶ τῷ ἀδήλῳ, εἰ βιώσῃ μέχρι πρὸς τὴν ἀρετήν, τοσούτους πόνους ἀνέχεσθαι καὶ ταλαιπωρεῖν νύκτωρ καὶ μεθ᾿ ἡμέραν οὐκ εἰδότα, εἴ σε πλησίον ἤδη τοῦ ἄκρου γενόμενον τὸ χρεὼν ἐπιστὰν κατασπάσει λαβόμενον τοῦ ποδὸς ἐξ ἀτελοῦς τῆς ἐπίδος.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION