호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἶμαί γε μὴν οὐ πόρρω σε εἶναι αὐτῶν, εἴ γε χρὴ εἰκάζειν τῷ τε χρόνῳ, ὁπόσον φιλοσοφεῖσ, καὶ προσέτι τῷ πόνῳ οἱο͂́ν μοι οὐ μέτριον ἐκ πολλοῦ ἤδη ἔχειν δοκεῖσ· εἰ γάρ τι μέμνημαι, σχεδὸν εἴκοσιν ἔτη ταῦτά ἐστιν, ἀφ̓ οὗ σε οὐδὲν ἄλλο ποιοῦντα ἑώρακα, ἢ παρὰ τοὺσ διδασκάλουσ φοιτῶντα καὶ ὡσ τὸ πολὺ ἐσ βιβλίον ἐπικεκυφότα καὶ ὑπομνήματα τῶν συνουσιῶν ἀπογραφόμενον, ὠχρὸν ἀεὶ ὑπὸ φροντίδων καὶ τὸ σῶμα κατεσκληκότα. δοκεῖσ δέ μοι ἀλλ̓ οὐδὲ ὄναρ ποτὲ ἀνιέναι σεαυτόν, οὕτωσ ὅλοσ εἶ ἐν τῷ πράγματι. ταῦτ̓ οὖν σκοπουμένῳ μοι φαίνῃ οὐκ ἐσ μακρὰν ἐπιλήψεσθαι τῆσ εὐδαιμονίασ, εἴ γε μὴ λέληθασ ἡμᾶσ καὶ πάλαι αὐτῇ συνών. Πόθεν, ὦ Λυκῖνε, ὃσ νῦν ἄρχομαι παρακύπτειν ἐσ τὴν ὁδόν;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기