호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ᾿ ἔνθα ἂν καὶ νῦν φανῇς, συνθέουσιν ἐπὶ σὲ πάντες ὥσπερ ἐπὶ τὴν γλαῦκα τὰ ὄρνεα.? ταῦτ᾿ ἐστὶ δἰ ἅπερ ηὐξάμην αὐλητὴς γενέσθαι καὶ ὑπὲρ ὧν πεπόνηκα τὸν πόνον τὸν πολύν: ἐπεὶ τό γε αὐλεῖν αὐτὸ ἄνευ τοῦ ἔνδοξον εἶναι δἰ αὐτὸ οὐκ ἂν δεξαίμην ἀγνώστῳ μοι προσγενόμενον, οὐδ᾿ εἰ Μαρσύας ἢ Ὄλυμπος γενήσεσθαι μέλλοιμι λανθάνων: οὐδὲν γὰρ ὄφελος ἀπορρήτου, φασί, καὶ ἀφανοῦς τῆς μουσικῆς. ἀλλὰ σύ, ἔφη, καὶ ταῦτα παίδευσόν με, ὅπως μοι χρηστέον κἀμαυτῷ καὶ τῇ τέχνῃ, καί σοι διττὴν εἴσομαι τὴν χάριν, καὶ ἐπὶ τῇ αὐλήσει καί, τὸ μέγιστον, ἐπὶ τῇ δόξῃ αὐτῆς.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기