- 텍스트

Lucian, Apologia 9:

(루키아노스, Apologia 9:)

ἥ τε γὰρ τῶν λόγων παρασκευὴ οὐ μεμπτὴ καὶ ἡ ἱστορία πολλὴ καὶ ἐμπειρία τῶν πραγμάτων καὶ ὅτι ἕκαστα σαφῶς ἐλέγετο, καὶ τὸ μέγιστον, ὅτι χρήσιμα πᾶσιν ἦν, καὶ μάλιστα τοῖς πεπαιδευμένοις, ὡς μὴ ὑπ᾿ ἀγνοίας σφᾶς αὐτοὺς εἰς δουλείαν ὑπάγοιεν.? ἐπεὶ δέ σοι μετέδοξε βελτίω ταῦτα εἶναι καὶ τὴν μὲν ἐλευθερίαν μακρὰ χαίρειν ἐᾶν, ζηλῶσαι δὲ τὸ ἀγεννέστατον ἐκεῖνο ἰαμβεῖον ὅπου τὸ κέρδος, παρὰ φύσιν δουλευτέον, ὁρ´α ὅπως μηδεὶς ἔτι ἀκούσεταί σου ἀναγινώσκοντος αὐτό, ἀλλὰ μηδὲ ἄλλῳ παράσχῃς τῶν τὸν παρόντα σου βίον ὁρώντων ἐπελθεῖν τὰ γεγραμμένα, εὔχου δὲ Ἑρμῇ τῷ χθονίῳ καὶ τῶν ἀκηκοότων πρότερον πολλὴν λήθην κατασκεδάσαι, ἢ δόξεις τῷ τοῦ Κορινθίου μύθου ταὐτόν τι πεπονθέναι, κατὰ σαυτοῦ ὁ Βελλεροφόντης γεγραφὼς τὸ βιβλίον:

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION