- 텍스트

Hippocrates, Oeuvres Completes D'Hippocrate., PROGNWSTIKON, 20.

(히포크라테스, Oeuvres Completes D'Hippocrate., PROGNWSTIKON, 20.)

Οἱ δὲ πυρετοὶ κρίνονται ἐν τῇσιν αὐτέῃσιν ἡμέρῃσι τὸν ἀριθμὸν, ἐξ ὧν τε περιγίγνονται οἱ ἄνθρωποι καὶ ἐξ ὧν ἀπόλλυνται.? Οἵ τε γὰρ εὐηθέστατοι τῶν πυρετῶν καὶ ἐπὶ σημείων ἀσφαλεστάτων βεβῶτες τεταρταῖοι παύονται, ἢ πρόσθεν‧ οἵ τε κακοηθέστατοι καὶ ἐπὶ σημείων δεινοτάτων γιγνόμενοι τεταρταῖοι κτείνουσιν, ἢ πρόσθεν. Ἡ μὲν οὖν πρώτη ἔφοδος αὐτέων οὕτω τελευτᾷ‧ ἡ δὲ δευτέρη ἐς τὴν ἑβδόμην περιάγεται‧ ἡ δὲ τρίτη ἐς τὴν ἑνδεκάτην‧ ἡ δὲ τετάρτη ἐς τὴν τεσσαρεσκαιδεκάτην‧ ἡ δὲ πέμπτη ἐς τὴν ἑπτακαιδεκάτην‧ ἡ δὲ ἕκτη ἐς τὴν εἰκοστήν. Αὗται μὲν οὖν ἐκ τῶν ὀξυτάτων νουσημάτων διὰ τεσσάρων ἐς τὰς εἴκοσιν ἐκ προσθέσιος τελευτῶσιν. Οὐ δύναται δὲ ὅλῃσιν ἡμέρῃσιν οὐδὲν τουτέων ἀριθμέεσθαι ἀτρεκέως‧ οὐδὲ γὰρ ὁ ἐνιαυτός τε καὶ οἱ μῆνες ὅλῃσιν ἡμέρῃσι πεφύκασιν ἀριθμέεσθαι. Μετὰ δὲ ταῦτα ἐν τῷ αὐτέῳ τρόπῳ κατὰ τὴν αὐτέην πρόσθεσιν ἡ πρώτη περίοδος τεσσάρων καὶ τριήκονθ ἡμερέων, ἡ δὲ δευτέρη τεσσαράκοντα ἡμερέων, ἡ δὲ τρίτη ἑξήκονθ ἡμερέων. Τουτέων δ ἐν ἀρχῇσίν ἐστιχαλεπώτατον διαγιγνώσκειν τὰ μέλλοντα ἐν πλείστῳ χρόνῳ κρίνεσθαι‧ ὁμοιόταται γὰρ αἱ ἀρχαί εἰσιν αὐτέων‧ ἀλλὰ χρὴ ἀπὸ τῆς πρώτης ἡμέρης ἐνθυμέεσθαι, καὶ καθ ἑκάστην τετράδα προστιθεμένην σκέπτεσθαι‧ καὶ οὐ λήσεται ὅπη τρέψεται τὸ νούσημα. Γίγνεται δὲ ἡ τῶν τεταρταίων κατάστασις ἐκ τοῦ τοιούτου κόσμου. Τὰ δὲ ἐν ἐλαχίστῳ χρόνῳ μέλλοντα κρίνεσθαι, εὐπετέστερα γιγνώσκεσθαι‧ μέγιστα γὰρ τὰ διαφέροντα ἀπ ἀρχῆς αὐτέων ἐστίν‧ οἱ μὲν γὰρ περιεσόμενοι εὔπνοοί τε καὶ ἀνώδυνοί εἰσι, καὶκοιμῶνται τὰς νύκτας, τά τε ἄλλασημεῖα ἔχουσιν ἀσφαλέστατα‧ οἱ δὲ ἀπολούμενοι δύσπνοοι γίγνονται, ἀλλοφάσσοντες, ἀγρυπνέοντες, τά τε ἄλλα σημεῖα κάκιστα ἔχοντες. Ὡς οὖν τουτέων οὕτω γιγνομένων ξυμβάλλεσθαι χρὴ, κατά τε τὸν χρόνον, κατά τε τὴν πρόσθεσιν ἑκάστην ἐπὶ τὴν κρίσιν ἰόντων τῶν νουσημάτων. Κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τῇσι γυναιξὶν αἱ κρίσιες ἐκ τῶν τόκων γίγνονται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION