호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὠτὸσ δὲ ὀξείη ὀδύνη ξὺν πυρετῷ ξυνεχεῖ τε καὶ ἰσχυρῷ δεινόν‧ κίνδυνοσ γὰρ παραφρονῆσαι τὸν ἄνθρωπον καὶ ἀπολέσθαι. Ὡσ οὖν τουτέου τοῦ τόπου σφαλεροῦ ἐόντοσ, ταχέωσ δεῖ προσέχειν τὸν νόον τοῖσι σημείοισι πᾶσιν ἀπὸ τῆσ πρώτησ ἡμέρησ. Ἀπόλλυνται δὲ οἱ μὲν νεώτεροι τῶν ἀνθρώπων ἑβδομαῖοι καὶ ἔτι θᾶσσον ὑπὸ τουτέου τοῦ νουσήματοσ‧ οἱ δὲ γέροντεσ πολλῷ βραδύτερον‧ οἵ τε γὰρ πυρετοὶ καὶ αἱ παραφροσύναι ἧσσον αὐτέοισιν ἐπιγίγνονται, καὶ τὰ ὦτα διὰ τοῦτο φθάνει ἐκπυί̈σκεσθαι‧ ἀλλὰ ταύτῃσι μὲν τῇσιν ἡλικίῃσιν ὑποστροφαὶ τοῦ νουσήματοσ ἐπιγιγνόμεναι ἀποκτείνουσι τοὺσ πλείστουσ. Οἱ δὲ νεώτεροι, πρὶν ἐκπυῆσαι τὸ οὖσ, ἀπόλλυνται‧ πλὴν ἀλλ’ ἤν γε Ῥυῇ πῦον λευκὸν ἐκ τοῦ ὠτὸσ, ἐλπὶσ τῷ νεωτέρῳ περιγενέσθαι, ἤν γε καὶ ἄλλο τι αὐτέῳ ἐπιγένηται χρηστὸν σημεῖον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기