호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἔμετος δὲ ὠφελιμώτατος ὁ φλέγματος καὶ χολῆς ξυμμεμιγμένων ὅτι μάλιστα‧ καὶ μὴ παχὺς κάρτα, μηδὲ πολὺς ἐμεέσθω‧ οἱ γὰρ ἀκρητέστεροι κακίους εἰσίν.? Εἰ δὲ εἰή τὸ ἐμεύμενον πρασοειδὲς, ἢ πελιὸν, ἢ μέλαν, ὅ τι ἂν ᾖ τουτέων τῶν χρωμάτων, νομίζειν χρὴ πονηρὸν εἶναι‧ εἰ δὲ καὶ πάντα τὰ χρώματα ὁ ωὐτὸς ἄνθρωπος ἐμέοι, κάρτα ὀλέθριον τοῦτο γίγνεται‧ τάχιστον δὲ θάνατον σημαίνει τὸ πελιὸν τῶν ἐμεσμάτων, εἰ ὄζει δυσῶδες. Πᾶσαι δὲ αἱ ὑπόσαπροι καὶ δυσώδεες ὀσμαὶ κακαὶ ἐπὶ πᾶσι τοῖσιν ἐμεομένοισιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기