호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
παρακαθίζεται δὲ αὐτῷ τὸν ὕπατον ἐξαρπάσας τοῦ κινδύνου, τῶν δὲ συγκλητικῶν ὅσον ἦν σὺν τῷ Κοΐντῳ οὐ μεθ ὁμοίας ἐδέχετο τιμῆς:? τινὲς δὲ καὶ πληγὰς ἔλαβον αὐτῶν ἀνωθούμενοι τῆς πρὸς αὐτὸν ἐντεύξεως, Ἀπώνιος δὲ τραυματίας ἀνεχώρει, ἦν τε κίνδυνος περὶ πάντας αὐτούς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기