호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα Χαιρέαν ἐνήγαγεν μειζόνως ἅπτεσθαί τε τῆς ἐπιβουλῆς καὶ παύειν κατὰ τῶν ἀνθρώπων ἐξηγριωκότα τὸν Γάιον, καὶ πολλάκις μὲν καὶ παρὰ τὰς ἑστιάσεις ἐμέλλησεν ἐπιχειρεῖν, οὐ μὴν ἀλλ ἐπείχετο λογισμῷ, τὸ μὲν κτείνειν οὐκέτ ἐνδοιαστὸν κεκρικώς, τὸν δὲ καιρὸν περισκοπῶν, ὅπως μὴ εἰς κενόν, ἀλλ ἐπὶ καταπράξει τῶν βεβουλευμένων ταῖς χερσὶ χρῷτο.??
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기