호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ Πετρώνιοσ Συρίαν παραλαβὼν ἠπείγετο διακονεῖσθαι ταῖσ ἐπιστολαῖσ τοῦ Καίσαροσ, συμμαχίαν τε πλείστην ὅσην ἠδύνατο ἀθροίσασ καὶ τάγματα δύο τῆσ Ῥωμαίων δυνάμεωσ ἄγων ἐπὶ Πτολεμαί̈δοσ παρῆν αὐτόθι χειμάσων ὡσ πρὸσ ἐάρ τοῦ πολεμεῖν οὐκ ἀφεξόμενοσ, καὶ πρὸσ τὸν Γάιον ἔγραφεν περὶ τῶν ἐπεγνωσμένων. ὁ δὲ ἐπῄνει τῆσ προθυμίασ αὐτὸν καὶ ἐκέλευεν μὴ ἀνιέναι πολεμεῖν δὲ μὴ πειθομένοισ ἐντεταμένωσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기