호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπεὶ δ’ εἰσ τὴν Ῥώμην ἀφίκετο, καὶ πάντων τῶν συγγενῶν ἀπόστασισ ἦν πρὸσ αὐτόν, οὐκ εὐνοίᾳ τῇ ἐκείνου, μίσει δὲ τῷ πρὸσ Ἀρχέλαον, μάλιστα μὲν ἐπιθυμοῦντεσ ἐλευθερίασ καὶ ὑπὸ Ῥωμαίων στρατηγῷ τετάχθαι, εἰ δ’ ἄρα τι ἀντισταίη, λυσιτελέστερον Ἀρχελάου τὸν Ἀντίπαν λογιζόμενοι, συνέπραττον Ἀντίπᾳ τὴν βασιλείαν. καὶ Σαβῖνοσ κατηγόρει παρὰ Καίσαρι τοῦ Ἀρχελάου διὰ γραμμάτων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기